μέλλομεν ζημιωθῆναι. Ἐὰν διὰ τὰ ἐμὰ πλημμελήματα παραχωρήσῃ ὁ θεὸς τὴν νίκην τοῖς ἀσεβέσιν, ὑπὲρ τῆς πίστεως ἡμῶν τῆς ἁγίας, ἢν Χριστὸς ἐν τ οἰκείῳ αἵματι ἡμῖν ἐδωρήσατο, κινδυνεύομεν· ὅ ἐστι κεφάλαιον πάντων. Καὶ ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τις καὶ τὴν ψυχὴν ζημιωθῇ, τί τὸ ὄφελος; Δεύτερον πατρίδα περίφημον τοιούτως ὑστερούμεθα καὶ τὴν ἐλευθερίαν ἡμῶν. Σρίτον βασιλείαν τὴν ποτὲ μὲν περιφανῆ, νῦν δὲ τεταπεινωμένην καὶ ὠνειδισμένην καὶ ἐξουθενωμένην ἀπωλέσαμεν, καὶ ὑπὸ τοῦ τυράννου καὶ ἀσεβοῦς ἄρχεται. Σέταρτον δὲ καὶ φιλτάτων τέκνων καὶ συμβίων καὶ συγγενῶν ὑστερούμεθα.
πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις, καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάνυ ὠφέλιμα· ἃ οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ᾿ οὔτε κέκτηνται. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται.
Διό, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ θεοῦ. Μιμηθῆτε τοὺς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσούτον πλῆθος ἵππων Ρωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν· καὶ ἐὰν ζον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζῴων καὶ ἀλόγων ὑπάρχοντες κύριοι, καὶ οἱ καθ᾿ ἡμῶν ἐρχόμενοι ἵνα παράταξιν μεθ᾿ ἡμῶν ποιήσωσιν, ὡς ζα ἄλογα, καὶ χείρονες εἰσιν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέτωσαν παρ᾿ ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων καὶ πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς ὅτι οὐ μετὰ ἀλόγων ζῴων, ὡς αὐτοί, παράταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων.
οἴκους ἤδη πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς Χριστιανούς, ὅσους εὖρεν, ἐθανάτωσε καὶ ᾐχμαλώτευσε· τὴν φιλίαν ἡμῶν ἔλυσε. Σοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε, καὶ αὐτοὶ χαίρονται, μὴ εἰδότες καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἐψήνοντος τοὺς κοχλίας καὶ εἰπόντος ὦ ἀνόητα ζα καὶ τὰ ἑξῆς.
τὸ καύχημα πᾶσι τοῖς οὖσιν ὑπὸ τὴν τοῦ ἡλίου ἀνατολήν. Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλεται ποιῆσαι ὑπ᾿ αὐτόν. Ἣ ἐδούλωσε σχεδόν, δύναμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ᾿ ἥλιον καὶ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γαλατίαν καὶ Μηδίαν, Κολχοὺς καὶ Ἴβηρας, Βοσφοριανοὺς καὶ Ἀλβάνους, υρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην καὶ Παλαιστίνην, Ἀραβίαν τε καὶ Ἰουδαίαν, Βακτριανοὺς καὶ κύθας, Μακεδονίαν καὶ Θετταλίαν,
Ἑλλάδα, Βοιωτίαν, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαΐαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικόν, Λυχνίτας κατὰ τὸ Ἀνδριατικόν, Ἰταλίαν Σουσκίνους, Κελτοὺς καὶ Κελτογαλάτας, Ἰβηρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας κούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον, αὐτὸς τὰ νῦν βούλεται δουλῶσαι, καὶ τὴν κυριεύουσαν τῶν πόλεων ζυγ ὑποβαλεῖν καὶ δουλείᾳ, καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα
ἐπροσκυνεῖτο ἡ ἁγία τριὰς καὶ ἐδοξολογεῖτο τὸ πανάγιον, καὶ ὅπου οἱ ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ θεοῦ λόγου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὐτοῦ βλασφημίας καὶ τοῦ φληναφοῦ αὑτοῦ ψευδοπροφήτου Μωάμεθ, καὶ κατοικητήριον ἀλόγων καὶ καμήλων.
Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, κατὰ νοῦν ἐνθυμήθητε ἵνα τὸ μνημόσυνον ὑμῶν καὶ ἡ μνήμη καὶ ἡ φήμη καὶ ἡ ἐλευθερία αἰωνίως γενήσηται.»
Καὶ στραφεὶς πρὸς τοὺς Ἑνετοὺς ἐν τοῖς δεξιοῖς μέρεσιν ἱσταμένους ἔφη:
«Ἑνετοὶ εὐγενεῖς, ἀδελφοὶ ἠγαπημένοι ἐν Χριστ τ θε, ἄνδρες ἰσχυροὶ καὶ στρατιῶται δυνατοὶ καὶ ἐν πολέμοις δοκιμώτατοι, οἳ διὰ τῶν ἐστιλβωμένων ὑμῶν ῥομφαίων καὶ χάριτος πολλάκις πλῆθος τῶν Ἀγαρηνῶν ἐθανατώσατε, καὶ τὸ αἷμα αὐτῶν ποταμειδῶς ἐκ τῶν χειρῶν ὑμῶν ἔρρευσε, τῇ σήμερον παρακαλῶ ὑμᾶς ἵνα τὴν πόλιν ταύτην τὴν εὐρισκομένην ἐπὶ τοσαύτῃ συμφορᾷ τοῦ πολέμου ὁλοψύχως καὶ ἐκ μέσου ψυχῆς γένητε ὑπερασπισταί. Οἴδατε γὰρ καλῶς, καὶ δευτέραν πατρίδα καὶ μητέρα αὐτὴν ἀενάως εἴχετε· διὸ καὶ ἐκ δευτέρου πάλιν λέγω καὶ παρακαλῶ ἵνα ἐν αὐτῇ ὥρᾳ ὡς φιλοπιστοί τε καὶ ὁμόπιστοι καὶ ἀδελφοὶ ποιήσητε.»
Εἶτα στραφεὶς ἐν τοῖς ἀριστεροῖς μέρεσι λέγει τοῖς Λιγουρίταις:
«Ὦ Λιγουρῖται, ἐντιμότατοι ἀδελφοί, ἄνδρες πολεμισταὶ καὶ μεγαλοκάρδιοι καὶ φημιστοί, καλῶς οἴδατε καὶ γινώσκετε ὅτι ἡ δυστυχὴς αὕτη πόλις πάντοτε οὐκ ἐμοὶ μόνον ὑπῆρχεν, ἀλλὰ καὶ ὑμῖν διὰ πολλά τινα αἴτια. Ὑμεῖς μὲν πολλάκις μετὰ προθυμίας αὐτῇ ἐβοηθήσατε, καὶ συνδρομῇ ὑμετέρᾳ ἐλυτρώσατε ἀπὸ τῶν Ἀγαρηνῶν τῶν αὐτῆς ἐναντίων. Σὰ νῦν πάλιν ὁ καιρός ἐστιν ἐπιτήδειος ἵνα δείξητε εἰς βοήθειαν αὐτῆς τὴν Χριστ ἀγάπην καὶ ἀνδρίαν καὶ γενναιότητα ὑμῶν.»
Καὶ πληθυντικῶς στραφεὶς πρὸς πάντας εἶπεν:
«Οὐκ ἔχω καιρὸν εἰπεῖν ὑμῖν πλείονα. Μόνον τὸ τεταπεινωμένον ἡμέτερον σκῆπτρον εἰς τὰς ὑμῶν χεῖρας ἀνατίθημι, ἵνα αὐτὸ μετ᾿ εὐνοίας φυλάξητε. Παρακαλῶ δὲ καὶ τοῦτο καὶ δέομαι τῆς ὑμετέρας ἀγάπης, ἵνα τὴν πρέπουσαν τιμὴν καὶ ὑποταγὴν δώσητε τοῖς ὑμετέροις στρατηγοῖς καὶ δημάρχοις καὶ ἑκατοντάρχοις, ἕκαστος κατὰ τὴν τάξιν αὑτοῦ καὶ τάγμα καὶ ὑπηρεσίαν. Γνωρίσατε δὴ τοῦτο. Καὶ ἐὰν ἐκ καρδίας φυλάξητε τὰ ὅσα ἐνετειλάμην ὑμίν, ἐλπίζω εἰς θεὸν ὡς λυτρωθείημεν ἡμεῖς τῆς ἐνεστώσης αὐτοῦ δικαίας ἀπειλῆς. Δεύτερον δὲ καὶ ὁ στέφανος ὁ ἀδαμάντινος ἐν οὐρανοῖς ἐναπόκειται ὑμῖν, καὶ μνήμη αἰώνιος καὶ ἄξιος ἐν τ κόσμῳ ἔσεται.»
Καὶ ταῦτα εἰπὼν καὶ τὴν δημηγορίαν τελέσας καὶ μετὰ δακρύων καὶ στεναγμῶν τὸν θεὸν εὐχαριστήσας, οἱ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεκρίναντο μετὰ κλαυθμοῦ λέγοντες «ἀποθάνωμεν ὑπὲρ τῆς Χριστοῦ πίστεως καὶ τῆς πατρίδος ἡμῶν.»
Ἀκούσας δὲ ὁ βασιλεὺς καὶ πλεῖστα εὐχαριστήσας καὶ πλείστας δωρεῶν ἐπαγγελίας αὐτοῖς ἀπηγγείλατο.
Εἶτα πάλιν λέγει. «Λοιπόν, ἀδελφοὶ καὶ συστρατιῶται, ἕτοιμοι ἔστε τ πρωΐ, Χάριτι καὶ ἀρετῇ τῇ παρὰ τοῦ θεοῦ ὑμῖν δωρηθείσῃ, καὶ συνεργούσης τῆς ἁγίας τριάδος, ἐν ᾗ τὴν ἐλπίδα πᾶσαν ἀνεθέμεθα, ποιήσωμεν τοὺς ἐναντίους μετὰ αἰσχύνης ἐκ τῶν ἐντεῦθεν κακῶς ἀναχωρήσωσιν.»
Καὶ ἀναβὰς ἐφ᾿ ἵππου ἐξήλθομεν τῶν ἀνακτόρων περιερχόμενοι τὰ τείχη
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου